Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.195 Joseph. AJ 11.200 (English) >>Joseph. AJ 11.205

11.197πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ προσέταξέ τισιν ἐπιλεξαμένους τὰς εὐδοκιμούσας ἐπʼ εὐμορφίᾳ τῶν ἐν τῇ βασιλείᾳ παρθένων ἀγαγεῖν πρὸς αὐτόν. 11.198συναχθεισῶν δὲ πολλῶν εὑρέθη τις ἐν Βαβυλῶνι κόρη τῶν γονέων ἀμφοτέρων ὀρφανὴ παρὰ τῷ θείῳ Μαρδοχαίῳ, τοῦτο γὰρ ἦν ὄνομα αὐτῷ, τρεφομένη· οὗτος δʼ ἦν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, τῶν δὲ πρώτων παρὰ τοῖς Ἰουδαίοις. 11.199πασῶν δὲ τὴν Ἐσθῆρα συνέβαινεν, τοῦτο γὰρ ἦν αὐτῇ τοὔνομα, τῷ κάλλει διαφέρειν καὶ τὴν χάριν τοῦ προσώπου τὰς ὄψεις τῶν θεωμένων μᾶλλον ἐπάγεσθαι. 11.200παραδοθεῖσα δὲ αὕτη τινὶ τῶν εὐνούχων εἰς ἐπιμέλειαν πάσης ἐτύγχανε προνοίας ἀρωμάτων ἀφθονίᾳ καὶ πολυτελείᾳ τῶν ἀλειμμάτων ὧν χρῄζει τὰ σώματα καταρδομένη, καὶ τούτων ἀπέλαυον ἐπὶ μῆνας ἓξ τετρακόσιαι τὸν ἀριθμὸν οὖσαι. 11.201ὅτε δʼ ἐνόμιζεν ἀποχρώντως τῷ προειρημένῳ χρόνῳ τὴν ἐπιμέλειαν ἔχειν τὰς παρθένους καὶ τοῦ βαδίζειν αὐτὰς ἐπὶ κοίτην βασιλέως ἀξίας ἤδη γεγονέναι, καθʼ ἑκάστην ἡμέραν μίαν ἔπεμπεν τῷ βασιλεῖ συνεσομένην. 11.202 δὲ πλησιάζων εὐθὺς ἀπέπεμπεν πρὸς τὸν εὐνοῦχον. ἀφικομένης δὲ τῆς Ἐσθήρας πρὸς αὐτὸν ἡσθεὶς αὐτῇ καὶ πεσὼν τῆς κόρης εἰς ἔρωτα νομίμως αὐτὴν ἄγεται γυναῖκα καὶ γάμους αὐτῇ ποιεῖται δωδεκάτῳ μηνὶ ἑβδόμου ἔτους τῆς αὐτοῦ βασιλείας, Ἀδέρῳ δὲ καλουμένῳ.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 11.195 Joseph. AJ 11.200 (English) >>Joseph. AJ 11.205

Powered by PhiloLogic